8.404κατὰ δὲ τὴν ὁδὸν ἐδήλωσεν αὐτῷ ὁ εὐνοῦχος πάντας τοὺς ἄλλους προφήτας νίκην τῷ βασιλεῖ προειρηκέναι. ὁ δὲ οὐκ ἐξὸν αὐτῷ καταψεύσασθαι τοῦ θεοῦ φήσας, ἀλλʼ ἐρεῖν ὅτι ἂν αὐτῷ περὶ τοῦ βασιλέως αὐτὸς εἴπῃ, ὡς ἧκε πρὸς τὸν Ἄχαβον καὶ λέγειν αὐτῷ τἀληθὲς οὗτος ἐνωρκίσατο, δεῖξαι τὸν θεὸν αὐτῷ φεύγοντας τοὺς Ἰσραηλίτας ἔφη καὶ διωκομένους ὑπὸ τῶν Σύρων καὶ διασκορπιζομένους ὑπʼ αὐτῶν εἰς τὰ ὄρη, καθάπερ ποιμένων ἠρημωμένα ποίμνια.
8.405ἔλεγε δὲ σημαίνειν τοὺς μὲν μετʼ εἰρήνης ἀναστρέψειν εἰς τὰ ἴδια, πεσεῖσθαι δʼ αὐτὸν μόνον ἐν τῇ μάχῃ. ταῦτα φήσαντος τοῦ Μιχαία πρὸς Ἰωσάφατον ὁ Ἄχαβος “ἀλλʼ ἔγωγε μικρὸν ἔμπροσθεν ἐδήλωσά σοι τὴν τἀνθρώπου πρός με διάθεσιν, καὶ ὅτι μοι τὰ χείρω προεφήτευσε.” τοῦ δὲ Μιχαία εἰπόντος,
8.406ὡς προσῆκεν αὐτῷ πάντων ἀκροᾶσθαι τῶν ὑπὸ τοῦ θεοῦ προλεγομένων, καὶ ὡς παρορμῶσιν αὐτὸν οἱ ψευδοπροφῆται ποιήσασθαι τὸν πόλεμον ἐλπίδι νίκης, καὶ ὅτι δεῖ πεσεῖν αὐτὸν μαχόμενον, αὐτὸς μὲν ἦν ἐπʼ ἐννοίᾳ, Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν προσελθὼν Μιχαίᾳ μὲν μὴ προσέχειν παρῄνει·
8.407λέγειν γὰρ αὐτὸν οὐδὲν ἀληθές· τεκμηρίῳ δὲ ἐχρήσατο οἷς Ἠλίας προεφήτευσεν ὁ τούτου κρείττων τὰ μέλλοντα συνιδεῖν· καὶ γὰρ τοῦτον ἔλεγε προφητεύσαντα ἐν Ἱεζερήλα πόλει ἐν τῷ Ναβώθου ἀγρῷ τὸ αἷμα αὐτοῦ κύνας ἀναλιχμήσεσθαι προειπεῖν, καθὼς καὶ Ναβώθου τοῦ διʼ αὐτὸν καταλευσθέντος ὑπὸ τοῦ ὄχλου.